Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.285 Joseph. AJ 8.290 (English) >>Joseph. AJ 8.294

8.288ἐν δὲ τούτοις τοῖς δυσὶν ἔτεσι στρατευσάμενος ἐπὶ Γαβαθῶνα πόλιν Παλαιστίνων οὖσαν πολιορκίᾳ λαβεῖν αὐτὴν προσέμενεν· ἐπιβουλευθεὶς δʼ ἐκεῖ ὑπὸ φίλου τινὸς Βασάνου ὄνομα Σειδοῦ δὲ παιδὸς ἀποθνήσκει, ὃς μετὰ τὴν τελευτὴν αὐτοῦ τὴν βασιλείαν παραλαβὼν ἅπαν τὸ Ἱεροβοάμου γένος διέφθειρε. 8.289καὶ συνέβη κατὰ τὴν τοῦ θεοῦ προφητείαν τοὺς μὲν ἐν τῇ πόλει τῶν Ἱεροβοάμου συγγενῶν ἀποθανόντας ὑπὸ κυνῶν σπαραχθῆναι καὶ δαπανηθῆναι, τοὺς δʼ ἐν τοῖς ἀγροῖς ὑπʼ ὀρνίθων. μὲν οὖν Ἱεροβοάμου οἶκος τῆς ἀσεβείας αὐτοῦ καὶ τῶν ἀνομημάτων ἀξίαν ὑπέσχε δίκην. 8.290

δὲ τῶν Ἱεροσολύμων βασιλεὺς Ἄσανος ἦν τὸν τρόπον ἄριστος καὶ πρὸς τὸ θεῖον ἀφορῶν καὶ μηδὲν μήτε πράττων μήτʼ ἐννοούμενος, μὴ πρὸς τὴν εὐσέβειαν εἶχε καὶ τὴν τῶν νομίμων φυλακὴν τὴν ἀναφοράν. κατώρθωσε δὲ τὴν αὑτοῦ βασιλείαν ἐκκόψας εἴ τι πονηρὸν ἦν ἐν αὐτῇ καὶ καθαρεύσας ἁπάσης κηλῖδος. 8.291στρατοῦ δʼ εἶχεν ἐπιλέκτων ἀνδρῶν ὡπλισμένων θυρεὸν καὶ σιρομάστην ἐκ μὲν τῆς Ἰούδα φυλῆς μυριάδας τριάκοντα, ἐκ δὲ τῆς Βενιαμίτιδος ἀσπίδας φορούντων καὶ τοξοτῶν μυριάδας πέντε καὶ εἴκοσι. 8.292ἤδη δὲ αὐτοῦ δέκα ἔτη βασιλεύοντος στρατεύει μεγάλῃ δυνάμει Ζαραῖος ἐπʼ αὐτὸν τῆς Αἰθιοπίας βασιλεὺς ἐνενήκοντα μὲν πεζῶν μυριάσιν ἱππέων δὲ δέκα τριακοσίοις δʼ ἅρμασι. καὶ μέχρι πόλεως Μαρήσας, ἔστι δʼ αὕτη τῆς Ἰούδα φυλῆς, ἐλάσαντος αὐτοῦ μετὰ τῆς οἰκείας δυνάμεως ἀπήντησεν Ἄσανος,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.285 Joseph. AJ 8.290 (English) >>Joseph. AJ 8.294

Powered by PhiloLogic